Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.124 Dem. 20.126 (English) >>Dem. 20.129

20.125ὃν τοίνυν κακουργότατον οἴονται λόγον εὑρηκέναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, βέλτιόν ἐστι προειπεῖν, ἵνα μὴ λάθητʼ ἐξαπατηθέντες. ἐροῦσʼ ὅτι ταῦθʼ ἱερῶν ἐστιν ἅπαντα τἀναλώματα αἱ χορηγίαι καὶ αἱ γυμνασιαρχίαι· δεινὸν οὖν, εἰ τῶν ἱερῶν ἀτελής τις ἀφεθήσεται. ἐγὼ δὲ τὸ μέν τινας, οἷς δῆμος ἔδωκεν, ἀτελεῖς εἶναι τούτων δίκαιον ἡγοῦμαι, δὲ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ἄρα ταῦτα λέγωσι, τοῦτʼ εἶναι δεινὸν νομίζω. 20.126εἰ γὰρ κατὰ μηδένʼ ἄλλον ἔχουσι τρόπον δεῖξαι δίκαιον ὑμᾶς ἀφελέσθαι, ταῦτʼ ἐπὶ τῷ τῶν θεῶν ὀνόματι ποιεῖν ζητήσουσιν, πῶς οὐκ ἀσεβέστατον ἔργον καὶ δεινότατον πράξουσιν; χρὴ γάρ, ὡς γοῦν ἐμοὶ δοκεῖ, ὅσα τις πράττει τοὺς θεοὺς ἐπιφημίζων, τοιαῦτα φαίνεσθαι οἷα μηδʼ ἂν ἐπʼ ἀνθρώπου πραχθέντα πονηρὰ φανείη. ὅτι δʼ οὐκ ἔστι ταὐτὸν ἱερῶν ἀτέλειαν ἔχειν καὶ λῃτουργιῶν, ἀλλʼ οὗτοι τὸ τῶν λῃτουργιῶν ὄνομʼ ἐπὶ τὸ τῶν ἱερῶν μεταφέροντες ἐξαπατᾶν ζητοῦσι, Λεπτίνην ὑμῖν αὐτὸν ἐγὼ παρασχήσομαι μάρτυρα. 20.127γράφων γὰρ ἀρχὴν τοῦ νόμουΛεπτίνης εἶπενφησίν, “ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσιν, ἀτελῆ μηδένʼ εἶναι πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.” καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν ταὐτὸ καὶ λῃτουργιῶν, τί τοῦτο μαθὼν προσέγραψεν; οὐδὲ γὰρ τούτοις ἀτέλεια τῶν γʼ ἱερῶν ἐστιν δεδομένη. ἵνα δʼ εἰδῆθʼ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, λαβέ μοι πρῶτον μὲν τῆς στήλης τἀντίγραφα, εἶτα τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. λέγε.Ἀντίγραφα Στήλης



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.124 Dem. 20.126 (English) >>Dem. 20.129

Powered by PhiloLogic